Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.9 Dem. 45.13 (English) >>Dem. 45.15

45.11ἐγὼ τοίνυν περὶ μὲν τοῦ προκαλεῖσθαί με μὴ ταῦτα Φορμίωνα, οὐδέν πω λέγω, οὐδʼ ὑπὲρ τοῦ τὰς διαθήκας ἀληθεῖς ψευδεῖς εἶναι, ἀλλʼ αὐτίχʼ ὑμᾶς περὶ τούτων διδάξω· ἀλλʼ μεμαρτυρήκασι, μή μʼ ἐθέλειν τὸ γραμματεῖον ἀνοίγειν, ὡδὶ δὴ σκοπεῖτε. τοῦ τις ἂν εἵνεκʼ ἔφευγεν ἀνοίγειν τὸ γραμματεῖον; ἵνʼ διαθήκη νὴ Δία μὴ φανερὰ γένοιτο τοῖς δικασταῖς. 45.12εἰ μὲν τοίνυν μὴ προσεμαρτύρουν τῇ προκλήσει τὴν διαθήκην οὗτοι, λόγον εἶχέ τινʼ ἂν τὸ φεύγειν ἔμʼ ἀνοίγειν τὸ γραμματεῖον· προσμαρτυρούντων δὲ τούτων καὶ τῶν δικαστῶν ὁμοίως ἀκουσομένων, τί ἦν μοι κέρδος τὸ μὴ ʼθέλειν; οὐδὲ ἓν δήπου. αὐτὸ γὰρ τοὐναντίον, ἄνδρες Ἀθηναῖοι, κἂν εἰ μηδὲν προὐκαλοῦνθʼ οὗτοι, λόγῳ δʼ ἐχρῶντο μόνον, καὶ παρεῖχέν τις αὐτοῖς γραμματεῖον ὡς διαθήκην, 45.13ἐμὸν ἦν τὸ προκαλεῖσθαι καὶ κελεύειν ἀνοίγειν ταύτην, ἵνʼ εἰ μὲν ἄλλʼ ἄττα τῶν ὑπὸ τούτων μεμαρτυρημένων ἦν τἀκεῖ γεγραμμένα, μάρτυρας εὐθὺς τῶν περιεστηκότων πολλοὺς ποιησάμενος τεκμηρίῳ τούτῳ καὶ περὶ τῶν ἄλλων, ὡς κατασκευάζουσιν, ἐχρώμην· εἰ δὲ ταὔτʼ ἐνῆν, τὸν παρασχόντʼ αὐτὸν ἠξίουν μαρτυρεῖν. ἐθελήσαντος μέν γʼ ὑπεύθυνον ἐλάμβανον, εἰ δʼ ἔφευγε, πάλιν αὐτὸ τοῦθʼ ἱκανὸν τεκμήριον ἦν μοι τοῦ πεπλάσθαι τὸ πρᾶγμα. καὶ δὴ καὶ συνέβαινεν ἐκείνως μὲν ἕνʼ εἶναι πρὸς ὃν τὰ πράγματʼ ἐγίγνετό μοι, ὡς δʼ οὗτοι μεμαρτυρήκασι, πρὸς πολλούς. ἔστιν οὖν ὅστις <ἂν> ὑμῶν ταῦθʼ εἵλετο; ἐγὼ μὲν οὐδένʼ ἡγοῦμαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.9 Dem. 45.13 (English) >>Dem. 45.15

Powered by PhiloLogic